Found 872 Results for: βασιλεὺς

  • καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεὺς καὶ παροργισθήσεται καὶ ὑψωθήσεται ἐπὶ πάντα θεὸν καὶ ἐπὶ τὸν θεὸν τῶν θεῶν ἔξαλλα λαλήσει καὶ εὐοδωθήσεται ἕως ἂν συντελεσθῇ ἡ ὀργή εἰς αὐτὸν γὰρ συντέλεια γίνεται (Daniel 11, 36)

  • καὶ καθ’ ὥραν συντελείας συγκερατισθήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐποργισθήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου (Daniel 11, 40)

  • καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιηλ δὲ προσηύχετο πρὸς κύριον (Daniel 14, 4)

  • καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν (Daniel 14, 5)

  • εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ’ ἑκάστην ἡμέραν (Daniel 14, 6)

  • καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά (Daniel 14, 8)

  • καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ μέγας ἐστὶν ὁ Βηλ καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόλος (Daniel 14, 18)

  • καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ τὸν δὲ Βηλ κατέστρεψε (Daniel 14, 22)

  • καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ (Daniel 14, 24)

  • καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοι (Daniel 14, 26)

  • καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ’ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν (Daniel 14, 30)

  • ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον (Daniel 14, 40)


“O santo silêncio nos permite ouvir mais claramente a voz de Deus”. São Padre Pio de Pietrelcina