Fondare 244 Risultati per: Αβρααμ

  • καὶ ἐκίνησεν ἐκεῖθεν Αβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρῴκησεν ἐν Γεραροις (Gênesis 20, 1)

  • εἶπεν δὲ Αβρααμ περὶ Σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι’ αὐτήν ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν (Gênesis 20, 2)

  • καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ τί τοῦτο ἐποίησας ἡμῖν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι (Gênesis 20, 9)

  • εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ τί ἐνιδὼν ἐποίησας τοῦτο (Gênesis 20, 10)

  • εἶπεν δὲ Αβρααμ εἶπα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου (Gênesis 20, 11)

  • ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Αβρααμ καὶ ἀπέδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ (Gênesis 20, 14)

  • καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ ἰδοὺ ἡ γῆ μου ἐναντίον σου οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει (Gênesis 20, 15)

  • προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ καὶ ἔτεκον (Gênesis 20, 17)

  • ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς Αβρααμ (Gênesis 20, 18)

  • καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτῷ κύριος (Gênesis 21, 2)

  • καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ ὃν ἔτεκεν αὐτῷ Σαρρα Ισαακ (Gênesis 21, 3)

  • περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τῇ ὀγδόῃ ἡμέρᾳ καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός (Gênesis 21, 4)


“Seja modesto no olhar.” São Padre Pio de Pietrelcina