Fondare 89 Risultati per: πίστεως

  • καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ φίλιππον καὶ πρόχορον καὶ νικάνορα καὶ τίμωνα καὶ παρμενᾶν καὶ νικόλαον προσήλυτον ἀντιοχέα, (Atos dos Apóstolos 6, 5)

  • ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῶ κυρίῳ. (Atos dos Apóstolos 11, 24)

  • ἀνθίστατο δὲ αὐτοῖς ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. (Atos dos Apóstolos 13, 8)

  • παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. (Atos dos Apóstolos 14, 27)

  • μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φῆλιξ σὺν δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ ἰουδαίᾳ μετεπέμψατο τὸν παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν ἰησοῦν πίστεως. (Atos dos Apóstolos 24, 24)

  • δι᾽ οὖ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, (Romanos 1, 5)

  • τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. (Romanos 1, 12)

  • δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῶ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. (Romanos 1, 17)

  • δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως ἰησοῦ χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή· (Romanos 3, 22)

  • ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ [τῆς] πίστεως ἐν τῶ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων (Romanos 3, 25)

  • ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῶ νῦν καιρῶ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ἰησοῦ. (Romanos 3, 26)

  • ποῦ οὗν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. (Romanos 3, 27)


“Há alegrias tão sublimes e dores tão profundas que não se consegue exprimir com palavras. O silêncio é o último recurso da alma, quando ela está inefavelmente feliz ou extremamente oprimida!” São Padre Pio de Pietrelcina