Encontrados 101 resultados para: Αμμων

  • καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ (Juízes 10, 17)

  • καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνήρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Αμμων καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ (Juízes 10, 18)

  • καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ (Juízes 11, 5)

  • καὶ εἶπαν τῷ Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων (Juízes 11, 6)

  • καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ (Juízes 11, 8)

  • καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα (Juízes 11, 9)

  • καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου (Juízes 11, 12)

  • καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι (Juízes 11, 13)

  • καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων (Juízes 11, 14)

  • καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων (Juízes 11, 15)

  • καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων (Juízes 11, 27)

  • καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Αμμων τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν (Juízes 11, 28)


“Pode-se manter a paz de espírito mesmo no meio das tempestades da vida”. São Padre Pio de Pietrelcina