Encontrados 3858 resultados para: Θεού του Ισραήλ

  • ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν (Êxodo 6, 9)

  • εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ (Êxodo 6, 11)

  • ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι (Êxodo 6, 12)

  • εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου (Êxodo 6, 13)

  • καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην (Êxodo 6, 14)

  • οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν (Êxodo 6, 26)

  • οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς (Êxodo 6, 27)

  • σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ (Êxodo 7, 2)

  • καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ (Êxodo 7, 4)

  • καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν (Êxodo 7, 5)

  • εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραω δάκτυλος θεοῦ ἐστιν τοῦτο καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν κύριος (Êxodo 8, 15)

  • καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν (Êxodo 9, 4)


“Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno.” São Padre Pio de Pietrelcina