Encontrados 102 resultados para: γυναῖκας

  • ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ (Gênesis 36, 6)

  • ἀνέστη δὲ Ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ἆραι αὐτόν (Gênesis 46, 5)

  • καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν (Números 31, 9)

  • ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν (Números 32, 30)

  • καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν (Deuteronômio 2, 34)

  • ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία (Deuteronômio 3, 6)

  • καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα (Deuteronômio 17, 17)

  • ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου (Deuteronômio 31, 12)

  • καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν (Juízes 3, 6)

  • τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας (Juízes 21, 7)

  • καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως (Juízes 21, 14)

  • καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή (Juízes 21, 16)


“Não se aflija a ponto de perder a paz interior. Reze com perseverança, com confiança, com calma e serenidade.” São Padre Pio de Pietrelcina