Encontrados 290 resultados para: εἶναι

  • τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος (Deuteronômio 5, 29)

  • οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν (Josué 7, 12)

  • καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν (Juízes 8, 33)

  • ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς (Rute 1, 12)

  • καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν (I Samuel 14, 21)

  • ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ (I Samuel 15, 23)

  • καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ (I Samuel 15, 26)

  • εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε (I Samuel 16, 16)

  • καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἀνέψυχεν Σαουλ καὶ ἀγαθὸν αὐτῷ καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν (I Samuel 16, 23)

  • καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι εἶπεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι ὅτι οὐ κεκαθάρισται (I Samuel 20, 26)

  • καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ’ αὐτοῖς καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ (I Samuel 25, 15)

  • καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἶκου Σαουλ (II Samuel 3, 6)


“A meditação não é um meio para chegar a Deus, mas um fim. A finalidade da meditação é o amor a Deus e ao próximo.” São Padre Pio de Pietrelcina