Encontrados 270 resultados para: λόγους

  • ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας ἐξελεύσεται αἷμα ἐὰν δὲ ἐξέλκῃς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι (Provérbios 30, 33)

  • καί γε εἰς πάντας τοὺς λόγους οὓς λαλήσουσιν μὴ θῇς καρδίαν σου ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε (Eclesiastes 7, 21)

  • καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ τίς ἀναγγελεῖ αὐτῷ (Eclesiastes 10, 14)

  • πολλὰ ἐζήτησεν Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος λόγους ἀληθείας (Eclesiastes 12, 10)

  • ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ (Eclesiástico 1, 24)

  • μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ (Eclesiástico 12, 12)

  • ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν (Eclesiástico 13, 12)

  • στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ (Eclesiástico 21, 17)

  • ἕως οὗ λάβῃ καταφιλήσει χεῖρας αὐτοῦ καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται (Eclesiástico 29, 5)

  • ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενήσῃς με καὶ ἐπ’ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ (Eclesiástico 31, 22)

  • φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς (Eclesiástico 36, 19)

  • ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου (Isaías 28, 23)


“Mesmo a menor transgressão às leis de Deus será levada em conta.” São Padre Pio de Pietrelcina