Encontrados 1039 resultados para: νόμος περί αίματος

  • καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου (Levítico 4, 5)

  • καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον (Levítico 4, 6)

  • καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 7)

  • καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 14)

  • καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου (Levítico 4, 16)

  • καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου (Levítico 4, 17)

  • καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 18)

  • καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία (Levítico 4, 20)

  • καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων (Levítico 4, 25)

  • καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἀφεθήσεται αὐτῷ (Levítico 4, 26)

  • καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν (Levítico 4, 28)

  • καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου (Levítico 4, 30)


“A mulher forte é a que tem temor de Deus, a que mesmo à custa de sacrifício faz a vontade de Deus.” São Padre Pio de Pietrelcina