Encontrados 127 resultados para: νόμον

  • καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ (Esdras 9, 39)

  • καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός (Esdras 9, 40)

  • καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον (Esdras 9, 41)

  • καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι (Esdras 9, 46)

  • Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευῖται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν (Esdras 9, 48)

  • ὅτι Εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα (Neemias 7, 10)

  • καὶ σύ Εσδρα ὡς ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου καὶ τῷ μὴ εἰδότι γνωριεῖτε (Neemias 7, 25)

  • καὶ πᾶς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά (Neemias 7, 26)

  • καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου (Neemias 18, 2)

  • καὶ Ἰησοῦς καὶ Βαναιας καὶ Σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ (Neemias 18, 7)

  • καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου (Neemias 19, 14)

  • καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους (Neemias 19, 26)


“As almas não são oferecidas como dom; compram-se. Vós ignorais quanto custaram a Jesus. É sempre com a mesma moeda que é preciso pagá-las”. São Padre Pio de Pietrelcina