Encontrados 266 resultados para: πάσας

  • ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους (Deuteronômio 31, 18)

  • καὶ τῷ Βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν (Deuteronômio 33, 12)

  • οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε (Josué 1, 5)

  • καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν (Josué 2, 22)

  • καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν Μωυσῆς ὁ παῖς κυρίου (Josué 11, 12)

  • ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ πλὴν Ασωρ μόνην ἐνέπρησεν Ἰησοῦς (Josué 11, 13)

  • πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τῶν ὁρίων υἱῶν Αμμων (Josué 13, 10)

  • ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων (Josué 13, 17)

  • καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν (Josué 13, 21)

  • καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις (Josué 13, 30)

  • καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ (Josué 24, 1)

  • καὶ ἐλάτρευσεν Ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Ισραηλ (Josué 24, 29)


“Não se fixe voluntariamente naquilo que o inimigo da alma lhe apresenta.” São Padre Pio de Pietrelcina