Encontrados 261 resultados para: σήμερον

  • εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ ἄδελφε σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ καὶ αὐτὸς συγγενής σού ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα (Tobias 6, 11)

  • καὶ τίς εἶ σύ Αχιωρ καὶ οἱ μισθωτοὶ τοῦ Εφραιμ ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ισραηλ μὴ πολεμῆσαι ὅτι ὁ θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτῶν (Judite 6, 2)

  • μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον (Judite 7, 28)

  • καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων (Judite 8, 12)

  • ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις (Judite 8, 18)

  • ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ’ ἀπ’ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου (Judite 8, 29)

  • καὶ εἶπεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου (Judite 12, 18)

  • καὶ εἶπεν Ιουδιθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν ἀνοίξατε ἀνοίξατε δὴ τὴν πύλην μεθ’ ἡμῶν ὁ θεὸς ὁ θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τῶν ἐχθρῶν καθὰ καὶ σήμερον ἐποίησεν (Judite 13, 11)

  • καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν εὐλογητὸς εἶ ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου (Judite 13, 17)

  • οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ’ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν (Ester 1, 18)

  • εἶπεν δὲ Εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον (Ester 5, 4)

  • διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἶπεν πρός με υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε (Salmos 2, 7)


“Não sejamos mesquinhos com Deus que tanto nos enriquece.” São Padre Pio de Pietrelcina