Encontrados 361 resultados para: Ἔλαβεν

  • εἶπεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραω διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό (Êxodo 2, 9)

  • ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ (Êxodo 4, 20)

  • καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη (Êxodo 6, 20)

  • ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ (Êxodo 6, 23)

  • καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν (Êxodo 6, 25)

  • καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν (Êxodo 9, 10)

  • καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ μεθ’ ἑαυτοῦ ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν (Êxodo 13, 19)

  • τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν (Êxodo 15, 15)

  • ἔλαβεν δὲ Ιοθορ ὁ γαμβρὸς Μωυσῆ Σεπφωραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς (Êxodo 18, 2)

  • καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ (Êxodo 18, 12)

  • καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα καθότι συνέταξεν αὐτῷ κύριος καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας (Êxodo 34, 4)

  • καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως (Levítico 8, 10)


“Viva sempre sob o olhar do Bom Pastor e você ficara’ imune aos pastos contaminados.” São Padre Pio de Pietrelcina