Encontrados 37 resultados para: ὄντας

  • καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ’ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ (I Macabeus 13, 11)

  • καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ Ιουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήθη διώκειν (II Macabeus 2, 21)

  • ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην (II Macabeus 4, 19)

  • συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ’ αὐτοὺς ἐθνῶν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως (II Macabeus 8, 16)

  • τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν (II Macabeus 11, 23)

  • κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων (II Macabeus 12, 4)

  • ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν (II Macabeus 15, 1)

  • ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει (Eclesiastes 7, 19)

  • πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ (Jeremias 43, 28)

  • καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ (Jeremias 48, 3)

  • οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὗτοι ἂν εἰσήκουσάν σου (Ezequiel 3, 6)

  • καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν (Ezequiel 3, 15)


“Como é belo esperar!” São Padre Pio de Pietrelcina