Gefunden 82 Ergebnisse für: Πόλεσιν

  • ἐν πόλεσιν τῆς ὀρεινῆς καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ καὶ ἐν γῇ Βενιαμιν καὶ ἐν ταῖς κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος εἶπεν κύριος (Jeremias 40, 13)

  • καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί (Jeremias 41, 7)

  • καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε (Jeremias 47, 10)

  • καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη (Jeremias 51, 6)

  • ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν (Jeremias 51, 17)

  • οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς ἐμνήσθη κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ (Jeremias 51, 21)

  • γυναῖκας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν Ιουδα (Lamentações 5, 11)

  • διὰ τοῦτο ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ (Ezequiel 36, 4)

  • καὶ ἠσθένησεν ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν (Oséias 11, 6)

  • καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος (Amós 4, 6)


“Rezai e continuai a rezar para não ficardes entorpecidos”. São Padre Pio de Pietrelcina