Gefunden 33 Ergebnisse für: νυκτός

  • καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάσῃ τῇ δόξῃ σκεπασθήσεται (Isaías 4, 5)

  • ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος (Isaías 27, 3)

  • τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου (Jeremias 8, 23)

  • καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον καταγάγετε ἐπ’ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σφόδρα (Jeremias 14, 17)

  • οὕτως εἶπεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς κύριος παντοκράτωρ ὄνομα αὐτῷ (Jeremias 38, 36)

  • διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός (Jeremias 43, 30)

  • ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δῷς ἔκνηψιν σεαυτῇ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου (Lamentações 2, 18)

  • καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ (Baruc 2, 25)

  • εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα (Abdias 1, 5)


“O amor tudo esquece, tudo perdoa, sem reservas.” São Padre Pio de Pietrelcina