Gefunden 50 Ergebnisse für: προσεκύνησεν

  • ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ (Números 22, 31)

  • καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ (Juízes 7, 15)

  • καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με καὶ ἐγώ εἰμι ξένη (Rute 2, 10)

  • καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τῷ κυρίῳ (I Samuel 15, 31)

  • καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης (I Samuel 20, 41)

  • καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (I Samuel 24, 9)

  • καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν (I Samuel 25, 23)

  • καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου (I Samuel 25, 41)

  • καὶ εἶπεν αὐτῇ τί ἔγνως καὶ εἶπεν αὐτῷ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (I Samuel 28, 14)

  • καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (II Samuel 1, 2)

  • καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου (II Samuel 9, 6)

  • καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί (II Samuel 9, 8)


“Se você fala das próprias virtudes para se exibir ou para vã ostentação perde todo o mérito.” São Padre Pio de Pietrelcina