Found 188 Results for: πλησίον

  • καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱῶν Αμμων ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ τούτου ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου (Judite 5, 5)

  • καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων (Judite 7, 3)

  • οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν (Judite 7, 4)

  • διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα (Judite 7, 13)

  • καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα (Judite 7, 18)

  • καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ’ αὐτῆς καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τίς καταφρονήσει τοῦ λαοῦ τούτου ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν (Judite 10, 19)

  • καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι ἀλλ’ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς (Judite 15, 2)

  • διὰ τοῦτο οὖν οἱ Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Αδαρ ἡμέραν ἀγαθὴν μετ’ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην τοῦ Αδαρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοῖς πλησίον (Ester 9, 19)

  • εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ (Jó 16, 21)

  • μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν (Salmos 11, 3)

  • ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ (Salmos 14, 3)

  • ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος τοὺς δὲ φοβουμένους κύριον δοξάζει ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν (Salmos 14, 4)


“A sua casa deve ser uma escada para o Céu”. São Padre Pio de Pietrelcina