Fundar 2482 Resultados para: η εξουσία στο Ισραήλ

  • ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· (Romanos 9, 27)

  • ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. (Romanos 9, 31)

  • ἀλλὰ λέγω, μὴ ἰσραὴλ οὐκ ἔγνω; πρῶτος μωϊσῆς λέγει, ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. (Romanos 10, 19)

  • πρὸς δὲ τὸν ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. (Romanos 10, 21)

  • οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν ἠλίᾳ τί λέγει ἡ γραφή; ὡς ἐντυγχάνει τῶ θεῶ κατὰ τοῦ ἰσραήλ, (Romanos 11, 2)

  • τί οὗν; ὃ ἐπιζητεῖ ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, (Romanos 11, 7)

  • οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε [παρ᾽] ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῶ ἰσραὴλ γέγονεν ἄχρις οὖ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, (Romanos 11, 25)

  • καὶ οὕτως πᾶς ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, ἥξει ἐκ σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ ἰακώβ· (Romanos 11, 26)

  • πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὗσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν· (Romanos 13, 1)

  • ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. (Romanos 13, 2)

  • βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. (I Coríntios 8, 9)

  • εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῶ εὐαγγελίῳ τοῦ χριστοῦ. (I Coríntios 9, 12)


“Quanto mais se caminha na vida espiritual, mais se sente a paz que se apossa de nós.” São Padre Pio de Pietrelcina