Löydetty 19 Tulokset: Σόδομα

  • καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα ὡς ὁ παράδεισος τοῦ θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζογορα (Gênesis 13, 10)

  • καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σοδομα Αβρααμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου (Gênesis 18, 22)

  • ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν (Gênesis 19, 1)

  • καὶ κύριος ἔβρεξεν ἐπὶ Σοδομα καὶ Γομορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ (Gênesis 19, 24)

  • θεῖον καὶ ἅλα κατακεκαυμένον πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ’ αὐτὴν πᾶν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ (Deuteronômio 29, 22)

  • καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν (Isaías 1, 9)

  • καὶ ἔσται Βαβυλών ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα (Isaías 13, 19)

  • καὶ ἐν τοῖς προφήταις Ιερουσαλημ ἑώρακα φρικτά μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα (Jeremias 23, 14)

  • καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς εἶπεν κύριος οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου (Jeremias 27, 40)

  • ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου (Jeremias 30, 12)

  • ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς (Ezequiel 16, 46)

  • ζῶ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου (Ezequiel 16, 48)


“Nossa Senhora está sempre pronta a nos socorrer, mas por acaso o mundo a escuta e se emenda?” São Padre Pio de Pietrelcina