Löydetty 109 Tulokset: δικαιοσύνην

  • καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν (Isaías 61, 11)

  • καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν ὃ ὁ κύριος ὀνομάσει αὐτό (Isaías 62, 2)

  • τίς οὗτος ὁ παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου (Isaías 63, 1)

  • ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος (Jeremias 9, 23)

  • τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ (Jeremias 22, 3)

  • μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν (Jeremias 22, 15)

  • ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς (Jeremias 23, 5)

  • ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε (Baruc 2, 18)

  • ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην (Ezequiel 18, 5)

  • καὶ ἀπ’ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ ζωῇ ζήσεται (Ezequiel 18, 17)

  • καὶ ἐρεῖτε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωῇ ζήσεται (Ezequiel 18, 19)

  • καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος ζωῇ ζήσεται οὐ μὴ ἀποθάνῃ (Ezequiel 18, 21)


“Como é belo esperar!” São Padre Pio de Pietrelcina