Löydetty 109 Tulokset: δώσει

  • χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου (Eclesiástico 13, 6)

  • πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν (Eclesiástico 18, 28)

  • ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος (Eclesiástico 20, 15)

  • τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με (Eclesiástico 22, 27)

  • ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον (Eclesiástico 27, 23)

  • καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ (Eclesiástico 36, 20)

  • καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων (Eclesiástico 38, 26)

  • οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον (Eclesiástico 38, 27)

  • οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας (Eclesiástico 38, 28)

  • ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ (Eclesiástico 51, 30)

  • διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ (Isaías 7, 14)

  • οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς (Isaías 13, 10)


“É loucura fixar o olhar no que rapidamente passa”. São Padre Pio de Pietrelcina