Löydetty 542 Tulokset: θεός
καὶ εἶπαν πρὸς Μωυσῆν λάλησον σὺ ἡμῖν καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός μήποτε ἀποθάνωμεν (Êxodo 20, 19)
εἱστήκει δὲ ὁ λαὸς μακρόθεν Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός (Êxodo 20, 21)
καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἔσομαι αὐτῶν θεός (Êxodo 29, 45)
καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός (Levítico 8, 35)
ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος (Levítico 11, 45)
ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός ἐγὼ κύριος (Levítico 22, 33)
ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν θεός (Levítico 25, 38)
καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν θεός καὶ ὑμεῖς ἔσεσθέ μου λαός (Levítico 26, 12)
καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν τοῦ εἶναι αὐτῶν θεός ἐγώ εἰμι κύριος (Levítico 26, 45)
καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν (Números 12, 13)
ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγῶν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Números 15, 41)
τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός (Números 23, 8)