Löydetty 188 Tulokset: κόρες της Σιών

  • καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιων πᾶσα ἡ εὐπρέπεια αὐτῆς ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος (Lamentações 1, 6)

  • διεπέτασεν Σιων χεῖρας αὐτῆς οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν ἐνετείλατο κύριος τῷ Ιακωβ κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶν (Lamentações 1, 17)

  • πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ (Lamentações 2, 1)

  • ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ (Lamentações 2, 4)

  • καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ διέφθειρεν ἑορτὴν αὐτοῦ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα (Lamentações 2, 6)

  • καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν (Lamentações 2, 8)

  • ἐκάθισαν εἰς τὴν γῆν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν περιεζώσαντο σάκκους κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ (Lamentações 2, 10)

  • τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου τίς ἰάσεταί σε (Lamentações 2, 13)

  • ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δῷς ἔκνηψιν σεαυτῇ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου (Lamentações 2, 18)

  • υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως (Lamentações 4, 2)

  • συνετέλεσεν κύριος θυμὸν αὐτοῦ ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψεν πῦρ ἐν Σιων καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς (Lamentações 4, 11)

  • ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου (Lamentações 4, 22)


“A ingenuidade e’ uma virtude, mas apenas ate certo ponto; ela deve sempre ser acompanhada da prudência. A astúcia e a safadeza, por outro lado, são diabólicas e podem causar muito mal.” São Padre Pio de Pietrelcina