Löydetty 136 Tulokset: πάλιν

  • καὶ πάλιν ἑτέρα γραφὴ λέγει, ὄψονται εἰς ὃν ἐξεκέντησαν. (São João 19, 37)

  • ἀπῆλθον οὗν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί. (São João 20, 10)

  • εἶπεν οὗν αὐτοῖς [ὁ ἰησοῦς] πάλιν, εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. (São João 20, 21)

  • καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, εἰρήνη ὑμῖν. (São João 20, 26)

  • μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. (São João 21, 1)

  • λέγει αὐτῶ πάλιν δεύτερον, σίμων ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, ποίμαινε τὰ πρόβατά μου. (São João 21, 16)

  • καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. (Atos dos Apóstolos 10, 15)

  • τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. (Atos dos Apóstolos 11, 10)

  • ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. (Atos dos Apóstolos 17, 32)

  • ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς ἐφέσου· (Atos dos Apóstolos 18, 21)

  • καὶ βολίσαντες εὖρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὖρον ὀργυιὰς δεκαπέντε· (Atos dos Apóstolos 27, 28)

  • οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, αββα ὁ πατήρ· (Romanos 8, 15)


“Jesus está com você, e o Cireneu não deixa de ajudar-te a subir o Calvário.” São Padre Pio de Pietrelcina