Löydetty 126 Tulokset: πάντων

  • ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ παύλου κατεφίλουν αὐτόν, (Atos dos Apóstolos 20, 37)

  • ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι (Atos dos Apóstolos 21, 5)

  • εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. (Atos dos Apóstolos 22, 10)

  • ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἰουδαίων, (Atos dos Apóstolos 22, 12)

  • παρ᾽ οὖ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. (Atos dos Apóstolos 24, 8)

  • περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι, (Atos dos Apóstolos 26, 2)

  • μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. (Atos dos Apóstolos 26, 3)

  • πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ ἑβραΐδι διαλέκτῳ, σαοὺλ σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. (Atos dos Apóstolos 26, 14)

  • εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῶ θεῶ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. (Atos dos Apóstolos 27, 35)

  • πρῶτον μὲν εὐχαριστῶ τῶ θεῶ μου διὰ ἰησοῦ χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῶ κόσμῳ. (Romanos 1, 8)

  • καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι [καὶ] αὐτοῖς [τὴν] δικαιοσύνην, (Romanos 4, 11)

  • διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῶ σπέρματι, οὐ τῶ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῶ ἐκ πίστεως ἀβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, (Romanos 4, 16)


“Cada Missa lhe obtém um grau mais alto de gloria no Céu!” São Padre Pio de Pietrelcina