Löydetty 228 Tulokset: ἕκαστος

  • καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ’ οἴκους πατριῶν ἔσονται (Números 1, 4)

  • καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίαν (Números 2, 17)

  • καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν (Números 2, 34)

  • καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ’ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ πεντήκοντα καὶ διακόσια πυρεῖα καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρεῖον αὐτοῦ (Números 16, 17)

  • καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ’ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ααρων (Números 16, 18)

  • καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ (Números 17, 24)

  • καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ (Números 25, 5)

  • καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ (Números 31, 53)

  • οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ (Números 32, 18)

  • καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις (Números 35, 8)

  • καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ φυλῆς ἐπὶ φυλήν ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ (Números 36, 7)

  • καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ (Números 36, 8)


“O mal não se vence com o mal, mas com o bem, que tem em si uma força sobrenatural.” São Padre Pio de Pietrelcina