Trouvé 377 Résultats pour: Αἰγύπτου

  • καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας καὶ οὐ μὴ κατισχύσῃ ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ’ αὐτοῦ καὶ μενεῖ εἰς ὥρας (Daniel 11, 6)

  • καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ (Daniel 11, 9)

  • καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ (Daniel 11, 11)

  • καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔθνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προφητείαν καὶ προσκόψουσι (Daniel 11, 14)

  • καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ (Daniel 11, 15)

  • καὶ ἐγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεθισθήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σφόδρα λίαν καὶ οὐ στήσεται ὅτι διανοηθήσεται ἐπ’ αὐτὸν διανοίᾳ (Daniel 11, 25)

  • καὶ καθ’ ὥραν συντελείας συγκερατισθήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐποργισθήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου (Daniel 11, 40)

  • καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασῳζόμενος (Daniel 11, 42)

  • καὶ κρατήσει τοῦ τόπου τοῦ χρυσίου καὶ τοῦ τόπου τοῦ ἀργυρίου καὶ πάσης τῆς ἐπιθυμίας Αἰγύπτου καὶ Λίβυες καὶ Αἰθίοπες ἔσονται ἐν τῷ ὄχλῳ αὐτοῦ (Daniel 11, 43)

  • καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου (Oséias 2, 17)

  • διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμας τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν (Oséias 9, 6)

  • διότι νήπιος Ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ (Oséias 11, 1)


“É preciso amar, amar e nada mais”. São Padre Pio de Pietrelcina