Trouvé 150 Résultats pour: πᾶσαι

  • ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου τόπος τῶν δέρρεών μου (Jeremias 10, 20)

  • ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα (Jeremias 30, 7)

  • δότε σημεῖα τῇ Μωαβ ὅτι ἁφῇ ἀναφθήσεται καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτῇ (Jeremias 31, 9)

  • πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται καὶ πᾶς πώγων ξυρηθήσεται καὶ πᾶσαι χεῖρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος (Jeremias 31, 37)

  • καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ (Jeremias 45, 22)

  • καὶ ἀπεκρίθησαν τῷ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες συναγωγὴ μεγάλη καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἐν Παθουρη λέγοντες (Jeremias 51, 15)

  • καὶ ἦσαν αἱ ῥόαι ἐνενήκοντα ἓξ τὸ ἓν μέρος καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἐπὶ τοῦ δικτύου κύκλῳ ἑκατόν (Jeremias 52, 23)

  • ὁδοὶ Σιων πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν αἱ παρθένοι αὐτῆς ἀγόμεναι καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ (Lamentações 1, 4)

  • πᾶσαι χεῖρες ἐκλυθήσονται καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ (Ezequiel 7, 17)

  • ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμαί εἰσιν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται (Ezequiel 18, 4)

  • ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσεν καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν ἐν αὐταῖς ἀποθανεῖται (Ezequiel 18, 24)

  • καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρεῖς ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται καὶ θραυσθήσεται πᾶσα καρδία καὶ πᾶσαι χεῖρες παραλυθήσονται καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος (Ezequiel 21, 12)


“O Santo Rosário é a arma daqueles que querem vencer todas as batalhas.” São Padre Pio de Pietrelcina