pronađen 6961 Rezultati za: Αὐτοῦ

  • πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ μητρί καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ (Gênesis 27, 14)

  • καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ (Gênesis 27, 16)

  • καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ εἶπεν δέ πάτερ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ τίς εἶ σύ τέκνον (Gênesis 27, 18)

  • καὶ εἶπεν Ιακωβ τῷ πατρὶ αὐτοῦ ἐγὼ Ησαυ ὁ πρωτότοκός σου ἐποίησα καθὰ ἐλάλησάς μοι ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου ὅπως εὐλογήσῃ με ἡ ψυχή σου (Gênesis 27, 19)

  • εἶπεν δὲ Ισαακ τῷ υἱῷ αὐτοῦ τί τοῦτο ὃ ταχὺ εὗρες ὦ τέκνον ὁ δὲ εἶπεν ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου (Gênesis 27, 20)

  • ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν ἡ μὲν φωνὴ φωνὴ Ιακωβ αἱ δὲ χεῖρες χεῖρες Ησαυ (Gênesis 27, 22)

  • καὶ οὐκ ἐπέγνω αὐτόν ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι καὶ ηὐλόγησεν αὐτόν (Gênesis 27, 23)

  • καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ ἔγγισόν μοι καὶ φίλησόν με τέκνον (Gênesis 27, 26)

  • καὶ ἐγγίσας ἐφίλησεν αὐτόν καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν ηὐλόγησεν κύριος (Gênesis 27, 27)

  • καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ισαακ εὐλογοῦντα Ιακωβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο ὡς ἐξῆλθεν Ιακωβ ἀπὸ προσώπου Ισαακ τοῦ πατρὸς αὐτοῦ καὶ Ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας (Gênesis 27, 30)

  • καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ ὅπως εὐλογήσῃ με ἡ ψυχή σου (Gênesis 27, 31)

  • καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ τίς εἶ σύ ὁ δὲ εἶπεν ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ησαυ (Gênesis 27, 32)


“A caridade é o metro com o qual o Senhor nos julgará.” São Padre Pio de Pietrelcina