pronađen 110 Rezultati za: ἐποίησας

  • ὦ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν (Jeremias 39, 17)

  • ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη (Jeremias 39, 20)

  • καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα (Jeremias 39, 23)

  • ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει (Jeremias 45, 9)

  • ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ οὐκ ἔστιν ὁ παρακαλῶν με πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν ὅτι σὺ ἐποίησας ἐπήγαγες ἡμέραν ἐκάλεσας καιρόν καὶ ἐγένοντο ὅμοιοι ἐμοί (Lamentações 1, 21)

  • καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη (Baruc 2, 11)

  • καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν (Baruc 2, 27)

  • καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται (Ezequiel 16, 16)

  • καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς (Ezequiel 16, 17)

  • καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ (Ezequiel 16, 24)

  • ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα (Ezequiel 16, 31)

  • ἀνθ’ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου (Ezequiel 16, 43)


“A caridade é o metro com o qual o Senhor nos julgará.” São Padre Pio de Pietrelcina