Talált 12 Eredmények: Η περιτομή

  • περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον (Gênesis 17, 13)

  • περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. (Romanos 2, 25)

  • οὐ γὰρ ὁ ἐν τῶ φανερῶ ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῶ φανερῶ ἐν σαρκὶ περιτομή· (Romanos 2, 28)

  • ἀλλ᾽ ὁ ἐν τῶ κρυπτῶ ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὖ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ θεοῦ. (Romanos 2, 29)

  • πῶς οὗν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ᾽ ἐν ἀκροβυστίᾳ· (Romanos 4, 10)

  • ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. (I Coríntios 7, 19)

  • ἐν γὰρ χριστῶ ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. (Gálatas 5, 6)

  • οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. (Gálatas 6, 15)

  • ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν χριστῶ ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, (Filipenses 3, 3)

  • περιτομῇ ὀκταήμερος, ἐκ γένους ἰσραήλ, φυλῆς βενιαμίν, ἑβραῖος ἐξ ἑβραίων, κατὰ νόμον φαρισαῖος, (Filipenses 3, 5)

  • ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, (Colossenses 2, 11)

  • ὅπου οὐκ ἔνι ἕλλην καὶ ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [τὰ] πάντα καὶ ἐν πᾶσιν χριστός. (Colossenses 3, 11)


“Quanto maiores forem os dons, maior deve ser sua humildade, lembrando de que tudo lhe foi dado como empréstimo.”(Pe Pio) São Padre Pio de Pietrelcina