Talált 127 Eredmények: Σαμουηλ

  • καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ ποῦ ἐπορεύθητε καὶ εἶπαν ζητεῖν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ (I Samuel 10, 14)

  • καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ (I Samuel 10, 15)

  • καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα (I Samuel 10, 17)

  • καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν (I Samuel 10, 20)

  • καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα καὶ εἶπεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν (I Samuel 10, 22)

  • καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν ζήτω ὁ βασιλεύς (I Samuel 10, 24)

  • καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ (I Samuel 10, 25)

  • καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς (I Samuel 11, 7)

  • καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς (I Samuel 11, 12)

  • καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν (I Samuel 11, 14)

  • καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν (I Samuel 11, 15)

  • καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ’ ὑμᾶς βασιλέα (I Samuel 12, 1)


“Caminhe com alegria e com o coração o mais sincero e aberto que puder. E quando não conseguir manter esta santa alegria, ao menos não perca nunca o valor e a confiança em Deus.” São Padre Pio de Pietrelcina