Talált 131 Eredmények: βασιλεύς

  • καὶ εἶπεν ὁ βασιλεύς εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ καὶ εἶπεν Αχιμαας εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου καὶ οὐκ ἔγνων τί ἐκεῖ (II Samuel 18, 29)

  • καὶ εἶπεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὧδε καὶ ἐπεστράφη καὶ ἔστη (II Samuel 18, 30)

  • καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ (II Samuel 18, 31)

  • καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς (II Samuel 19, 24)

  • καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ (II Samuel 19, 25)

  • καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ Μεμφιβοσθε (II Samuel 19, 26)

  • καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν (II Samuel 19, 30)

  • καὶ εἶπεν ὁ βασιλεύς μετ’ ἐμοῦ διαβήτω Χαμααμ κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ’ ἐμοί ποιήσω σοι (II Samuel 19, 39)

  • καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν (II Samuel 19, 43)

  • δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω (II Samuel 21, 6)

  • καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα (II Samuel 21, 14)

  • καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς (I Reis 1, 2)


“A maior caridade é aquela que arranca as pessoas vencidas pelo demônio, a fim de ganhá-las para Cristo. E isso eu faço assiduamente, noite e dia.” São Padre Pio de Pietrelcina