Talált 86 Eredmények: ἰουδαῖοι

  • ἦσαν δὲ εἰς ἰερουσαλὴμ κατοικοῦντες ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· (Atos dos Apóstolos 2, 5)

  • ἰουδαῖοί τε καὶ προσήλυτοι, κρῆτες καὶ ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. (Atos dos Apóstolos 2, 11)

  • σταθεὶς δὲ ὁ πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς, ἄνδρες ἰουδαῖοι καὶ οἱ κατοικοῦντες ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. (Atos dos Apóstolos 2, 14)

  • ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ ἰουδαῖοι ἀνελεῖν αὐτόν· (Atos dos Apóstolos 9, 23)

  • ἰδόντες δὲ οἱ ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ παύλου λαλουμένοις βλασφημοῦντες. (Atos dos Apóstolos 13, 45)

  • οἱ δὲ ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν παῦλον καὶ βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. (Atos dos Apóstolos 13, 50)

  • οἱ δὲ ἀπειθήσαντες ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. (Atos dos Apóstolos 14, 2)

  • ἐπῆλθαν δὲ ἀπὸ ἀντιοχείας καὶ ἰκονίου ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι. (Atos dos Apóstolos 14, 19)

  • καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν, οὖτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ἰουδαῖοι ὑπάρχοντες, (Atos dos Apóstolos 16, 20)

  • ζηλώσαντες δὲ οἱ ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον. (Atos dos Apóstolos 17, 5)

  • ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς θεσσαλονίκης ἰουδαῖοι ὅτι καὶ ἐν τῇ βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. (Atos dos Apóstolos 17, 13)

  • γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῶ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, (Atos dos Apóstolos 18, 12)


“Tenhamos sempre horror ao pecado mortal e nunca deixemos de caminhar na estrada da santa eternidade.” São Padre Pio de Pietrelcina