Fondare 542 Risultati per: Θεός
καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς ἀφανισμῷ ἀφανιεῖς αὐτούς οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς (Deuteronômio 7, 2)
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς (Deuteronômio 7, 6)
καὶ γνώσῃ ὅτι κύριος ὁ θεός σου οὗτος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς (Deuteronômio 7, 9)
καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά καὶ διαφυλάξει κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν (Deuteronômio 7, 12)
καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτοῖς καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν ὅτι σκῶλον τοῦτό ἐστίν σοι (Deuteronômio 7, 16)
οὐ φοβηθήσῃ αὐτούς μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ Φαραω καὶ πᾶσι τοῖς Αἰγυπτίοις (Deuteronômio 7, 18)
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν (Deuteronômio 7, 19)
καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ (Deuteronômio 7, 20)
οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ἐν σοί θεὸς μέγας καὶ κραταιός (Deuteronômio 7, 21)
καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια (Deuteronômio 7, 22)
καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς (Deuteronômio 7, 23)
καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ (Deuteronômio 8, 2)