Fondare 127 Risultati per: Μανασση

  • καὶ οἱ ἡμίσεις φυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν (I Crônicas 5, 23)

  • καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνεῦμα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνεῦμα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετῴκισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τῆς ἡμέρας ταύτης (I Crônicas 5, 26)

  • καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα (I Crônicas 6, 46)

  • καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ ἐκ φυλῆς Ασηρ ἐκ φυλῆς Νεφθαλι ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα (I Crônicas 6, 47)

  • καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις (I Crônicas 6, 55)

  • τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς (I Crônicas 6, 56)

  • υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ (I Crônicas 7, 14)

  • καὶ υἱοὶ Ουλαμ Βαδαν οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση (I Crônicas 7, 17)

  • καὶ ἕως ὁρίων υἱῶν Μανασση Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς Δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ (I Crônicas 7, 29)

  • καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση (I Crônicas 9, 3)

  • καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ (I Crônicas 12, 20)

  • ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση (I Crônicas 12, 21)


“Quando fizer o bem, esqueça. Se fizer o mal, pense no que fez e se arrependa.” São Padre Pio de Pietrelcina