Fondare 347 Risultati per: λαὸν

  • καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου (Rute 1, 15)

  • καὶ ἀπεκρίθη Βοος καὶ εἶπεν αὐτῇ ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης (Rute 2, 11)

  • μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιεῖτε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν θεῷ (I Samuel 2, 24)

  • καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν (I Samuel 5, 10)

  • καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ (I Samuel 5, 11)

  • καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ’ αὐτοῦ βασιλέα (I Samuel 8, 10)

  • καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα (I Samuel 10, 1)

  • καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω (I Samuel 10, 23)

  • καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ (I Samuel 10, 25)

  • καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς (I Samuel 11, 7)

  • καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό (I Samuel 11, 11)

  • καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν (I Samuel 11, 14)


“O Santo Rosário é a arma daqueles que querem vencer todas as batalhas.” São Padre Pio de Pietrelcina