Fondare 180 Risultati per: πλῆθος

  • οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν (Judite 7, 4)

  • καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα (Judite 7, 18)

  • οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων ἦν γὰρ πλῆθος πολὺ σφόδρα (Judite 15, 7)

  • ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς (Judite 16, 3)

  • πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν (Jó 33, 19)

  • κρῖνον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε (Salmos 5, 11)

  • παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ (Salmos 9, 25)

  • ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου κύριε ἧς ἔκρυψας τοῖς φοβουμένοις σε ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων (Salmos 30, 20)

  • ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν (Salmos 43, 13)

  • ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου (Salmos 50, 3)

  • ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ (Salmos 51, 9)

  • εἰσάκουσόν μου κύριε ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ (Salmos 68, 17)


“Agradeça sempre ao Pai eterno por sua infinita misericórdia”. São Padre Pio de Pietrelcina