Fondare 1273 Risultati per: Ἡμῶν
λοιπὸν οὗν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῶ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον. (I Tessalonicenses 4, 1)
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, (I Tessalonicenses 5, 9)
τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῶ ζήσωμεν. (I Tessalonicenses 5, 10)
αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τηρηθείη. (I Tessalonicenses 5, 23)
ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν. (I Tessalonicenses 5, 25)
ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν. (I Tessalonicenses 5, 28)
παῦλος καὶ σιλουανὸς καὶ τιμόθεος τῇ ἐκκλησίᾳ θεσσαλονικέων ἐν θεῶ πατρὶ ἡμῶν καὶ κυρίῳ ἰησοῦ χριστῶ· (II Tessalonicenses 1, 1)
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου ἰησοῦ χριστοῦ. (II Tessalonicenses 1, 2)
καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ (II Tessalonicenses 1, 7)
ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῶ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν ἰησοῦ, (II Tessalonicenses 1, 8)
ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. (II Tessalonicenses 1, 10)
εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, (II Tessalonicenses 1, 11)