Znaleziono 127 Wyniki dla: λόγον
καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῶ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῶ οὔτε ἐν τούτῳ τῶ αἰῶνι οὔτε ἐν τῶ μέλλοντι. (São Mateus 12, 32)
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· (São Mateus 12, 36)
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὖτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. (São Mateus 13, 19)
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὖτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· (São Mateus 13, 20)
οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῶ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. (São Mateus 13, 21)
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὖτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (São Mateus 13, 22)
ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὖτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. (São Mateus 13, 23)
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. (São Mateus 15, 6)
τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῶ, οἶδας ὅτι οἱ φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; (São Mateus 15, 12)
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. (São Mateus 15, 23)
διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. (São Mateus 18, 23)
ὁ δὲ εἶπεν αὐτοῖς, οὐ πάντες χωροῦσιν τὸν λόγον [τοῦτον], ἀλλ᾽ οἷς δέδοται. (São Mateus 19, 11)