Fundar 91 Resultados para: Ηλιου

  • καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων (II Reis 2, 1)

  • καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς Βαιθηλ (II Reis 2, 2)

  • καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Ιεριχω (II Reis 2, 4)

  • καὶ εἶπεν αὐτῷ Ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι (II Reis 2, 6)

  • καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ (II Reis 2, 8)

  • καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν Ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ (II Reis 2, 9)

  • καὶ εἶπεν Ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται (II Reis 2, 10)

  • καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν (II Reis 2, 11)

  • καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου (II Reis 2, 13)

  • καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ ὁ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε (II Reis 2, 14)

  • καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν (II Reis 2, 15)

  • καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ’ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν ὧδε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου (II Reis 3, 11)


“Imitemos o coração de Jesus, especialmente na dor, e assim nos conformaremos cada vez mais e mais com este coração divino para que, um dia, lá em cima no Céu, também nós possamos glorificar o Pai celeste ao lado daquele que tanto sofreu”. São Padre Pio de Pietrelcina