Fundar 99 Resultados para: παρεμβολῆς

  • τάγμα παρεμβολῆς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ (Números 2, 10)

  • πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν (Números 2, 16)

  • τάγμα παρεμβολῆς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ (Números 2, 18)

  • πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν (Números 2, 24)

  • τάγμα παρεμβολῆς Δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι (Números 2, 25)

  • πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν (Números 2, 31)

  • πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ (Números 5, 2)

  • ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς (Números 5, 3)

  • καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ (Números 5, 4)

  • καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσων υἱὸς Αμιναδαβ (Números 10, 14)

  • καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ (Números 10, 18)

  • καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εφραιμ σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ (Números 10, 22)


A firmeza de todo o edifício depende da fundação e do teto! São Padre Pio de Pietrelcina