Fundar 608 Resultados para: Ἰησοῦς

  • καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς οὐ κατέλιπον αὐτῶν σεσῳσμένον καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ (Josué 10, 40)

  • καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ (Josué 10, 42)

  • καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ’ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ’ αὐτοὺς ἐν τῇ ὀρεινῇ (Josué 11, 7)

  • καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος τοὺς ἵππους αὐτῶν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησεν ἐν πυρί (Josué 11, 9)

  • καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτῆς ἦν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων (Josué 11, 10)

  • καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν Μωυσῆς ὁ παῖς κυρίου (Josué 11, 12)

  • ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ πλὴν Ασωρ μόνην ἐνέπρησεν Ἰησοῦς (Josué 11, 13)

  • ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ καὶ οὕτως ἐποίησεν Ἰησοῦς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ Μωυσῆς (Josué 11, 15)

  • καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά (Josué 11, 16)

  • καὶ πλείους ἡμέρας ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον (Josué 11, 18)

  • καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν καὶ ἐξωλέθρευσεν αὐτοὺς Ἰησοῦς (Josué 11, 21)

  • καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη (Josué 11, 23)


“O amor tudo esquece, tudo perdoa, sem reservas.” São Padre Pio de Pietrelcina